Title graphic of the Moonspeaker website. Small title graphic of the Moonspeaker website.

 
 
 
[This is kluge.]Where some ideas are stranger than others...

FOUND SUBJECTS at the Moonspeaker

The Moonspeaker:
Where Some Ideas Are Stranger Than Others...

IAMBPΩΞ IAMBIKOI
Ancient Greek translation of Jabberwocky by Ronald Arbuthnot Knox, Eton and Balliol College, Oxford, Circa 1916

καυσπροῦντος ἤδη, γλοῖσχρα διὰ περισκιᾶς
στρυβλῦνρα καὶ στρομφοῦντ᾽ ἂν εὑρίσκοις τόφα,
δεινὴ δ᾽ ἐπέσχε σωθρία βορυγρόφας,
ῤάθαισι δ᾽ ἀντιποικὸν1 ὕμνησαν ῥάθαι
ἔκγριμμα. τὸν δὲ πρέσβυν ἐξαυδᾶν κλύω.
῾παῖ, παῖ, φύγοις ἂν ἐμπέδως Ἰάμβροχα,
εἴτ᾽ ὄνθχι μάρπτων εἴτε δὴ δάκνων τύχοι
γνάθοισιν, άπρόσοιστον. ὧς δ᾽ αὔτως φυγεῖν
ὄρνιθα δεινὸν Γυπογῦπ᾽. ούδ᾽ ἂν φθάνοις
ἐλθὼν δαφλοισβῷ πρὸς λόγους Βανδράρπαγι.᾽
ὁ δ᾽ ἐν χεροῖν εὔκοπνον ἐξάρας ξίφος
θήρας ὄμως μετ᾽ ἴχνος όλγώδους ἔβη.
τἐλος δ᾽ ἀπειπών, πολλὰ συννοούμενος,
πλείστην ὅπου παρέσχε φλαττόθρατ σκιἀν,
ἔστι δι᾽ ὀλίγου. χὡς ἔβοσκεν ἀργίλας
θυμῷ μερίμνας, ἐμπύροισιν ὄμμασιν
σμύζων Ἰάμβρωξ ἔπτετ᾽ ἐκ ψυδνῆς νάπης,
δῆλος δὲ βορβολισμὸς ἦν ποτωμένου.
ταύτην δὲ καὶ δίχ᾽, ὡς ἐσεῖδε, καὶ τρίχα,
ἔνθεν τε κἄθεν διάτορον πληγὴν νέμων,
ἐσνιξεν, ἐξέσναξεν εύκόπνῳ ξίφει,
εἴθ᾽ οὗπερ ἔκτα κειμένης τεμὼν κάρα
γαθχούμενος κατῆλθεν, ἀσπαστὸν δ᾽ ἰδὼν
ἐλθόνθ᾽ ὁ πρέσβυς, τοιάδ᾽ ἐξεφρίγκασεν.
῾ὦ χαῖρε λάμπωψ. ὡς Ἰαμβροχοκτόνον
τόδ᾽ ἀγκάλισμα παιδὸς ἀσμένως ἔχω.
ὦ τρισβακαρτὸν ἦμαρ. ὦ καλοῦ καλά.᾽
ἤδη δ᾽ ἐκαύσπρει, γλοῖσχρά τ᾽ ἐν περισκιᾷ
στρυβλοῦντα καὶ στρομφοῦντ᾽ ἂν εὑρίσκοις τόφα,
δεινὴ δ᾽ ἐπέσχε σωθρία βορυγρόφας,
ἔκγριμμα δ᾽ ἀντιποικὸν ὕμνησαν ῥάθαι.

1. ποικός. ἀντὶ ἀτοῦ ἄποικος. Hesych.

Copyright © C. Osborne 2017
Last Modified: Wednesday, August 21, 2013 22:22:30 MDT